Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.100 Joseph. AJ 16.105 (English) >>Joseph. AJ 16.111

16.103οὐ μὴν γε Καῖσαρ ἐπιβλέπων αὐτοὺς ὡς εἶχον ἀσύνετον ἐποιεῖτο τὸ μὴ κατὰ συνείδησιν ἀτοπωτέραν, ἀλλʼ ἐξ ἀπειρίας καὶ μετριότητος ὀκνεῖν, ἐλεεινοί τʼ ἐγεγόνεισαν τοῖς παροῦσιν ἰδίᾳ καὶ τὸν πατέρα διεκίνησαν ἀληθινῷ τῷ πάθει συνεχόμενον. 16.104

Ἐπεὶ δὲ συνεῖδον εὐμένειάν τινα καὶ παρʼ ἐκείνου καὶ παρὰ τοῦ Καίσαρος, καὶ τῶν ἄλλων δὲ ἕκαστον τοὺς μὲν συνδακρύοντας, ἅπαντας δὲ συναλγοῦντας, ἅτερος αὐτῶν Ἀλέξανδρος ἐπικαλεσάμενος αὐτὸν ἐπεχείρει διαλύειν τὰς αἰτίας καί, 16.105πάτερ, εἶπεν, μὲν σὴ πρὸς ἡμᾶς εὔνοια δήλη καὶ παρʼ αὐτὴν τὴν κρίσιν· οὐκ ἂν γάρ, εἴ τι δυσχερὲς ἐνενόεις ἐφʼ ἡμῖν, ἐπὶ τὸν πάντας σώζοντα προήγαγες· 16.106καὶ γὰρ παρούσης μὲν ἐξουσίας ὡς βασιλεῖ, παρούσης δὲ ὡς πατρὶ τοὺς ἀδικοῦντας ἐπεξιέναι, τὸ εἰς Ῥώμην ἄγειν καὶ τοῦτον ποιεῖσθαι μάρτυρα σώζοντος ἦν· οὐδεὶς γὰρ ἀποκτεῖναί τινα προαιρούμενος εἰς ἱερὰ καὶ ναοὺς ἄγει. 16.107τὸ δʼ ἡμέτερον ἤδη χεῖρον· οὐ γὰρ ἂν ὑπομείναιμεν ἔτι ζῆν, εἰ τοιοῦτον ἠδικηκέναι πατέρα πεπιστεύμεθα. καὶ μήποτε τοῦτʼ ἐκείνου χεῖρον ἀντὶ τοῦ τεθνάναι μηδὲν ἀδικοῦντας τὸ ζῆν ἀδικεῖν ὑποπτευομένους. 16.108εἰ μὲν οὖν εὕροι λόγον τῆς ἀληθείας παρρησία, μακάριον καὶ σὲ πεῖσαι καὶ τὸν κίνδυνον διαφυγεῖν, εἰ δʼ οὕτως διαβολὴ κρατεῖ, περιττὸς ἡμῖν νῦν ἥλιος, ὃν τί δεῖ βλέπειν μετὰ τῆς ὑποψίας;



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.100 Joseph. AJ 16.105 (English) >>Joseph. AJ 16.111

Powered by PhiloLogic